Add parallel Print Page Options

23 ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ [a]πιστεύῃ ὅτι ὃ λαλεῖ γείνεται, ἔσται αὐτῷ.

24 Διὰ τοῦτο λέγω ὑμῖν· πάντα ὅσα προσεύχεσθε καὶ αἰτεῖσθε, πιστεύετε ὅτι ἐλάβετε, καὶ ἔσται ὑμῖν. 25 καὶ ὅταν στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα [b]ὑμῶν.

Read full chapter

Footnotes

  1. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΡΚΟΝ 11:23 πιστεύῃ א B L Δ Θ Ψ 1424; πιστευση A C D K W; πιστευσητε 69
  2. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΡΚΟΝ 11:25 ὑμῶν‌2 א B L W Δ Ψ; ♦ add verse 26 ει δε υμεις ουκ αφιετε ουδε ο πατηρ υμων ο εν τοις ουρανοις αφησει τα παραπτωματα υμων A C(omit τοις) D(omit τοις; add υμιν after αφησει) K(omit τοις) Θ 69(add υμιν after αφησει) 1424(omit ο εν τοις ουρανοις)

Bible Gateway Recommends